Ancient Greek · ~2 min
8 to 10
Origen, Selecta in Psalmos [Dub.] 8-33-10
Not analysed yet
Τοῦ αὐτοῦ. Χορδαὶ πλείους (43) ἀρμονίως συντεθειμέναι, καὶ μουσικῶς ἑκάστη ἐν οἰκείᾳ χώρᾳ τεταγμένη, αἱ πολλαί εἰσιν ἑντολαὶ καὶ τὰ περὶ πλειόνων δόγματα, οὐδεμίαν ἕχοντα πρὸς ἄλληλα διαφεωνἰαν. Ὅργανον δὲ τούτων πάντων περιεκτικὸν ἡ τοῦ σοφοῦ ἐν Χριστῷ ψυχή. Τοῦ αὐτοῦ. Ὁ μὲν ταῖς (44) γλώσσαις τῶν ἀνθρώπων ἢ τῶν ἀγγέλων λαλῶν, ἀγάπην δὲ μὴ ἕχων, οὐκ ἕστιν εὔηχον κύμβαλον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, κ. τ. ἑ. Εἰ τὸ φῶς (45) τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα ἡ πνοὴ ἀνθρώπων ἐστὶ, πᾶσα λογικὴ φύσις ἀναπνέουσα τοῦτο τὸ φῶς αἰνεσάτω τὸν Κύριον.