Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ι´.
Origen, Selecta in Psalmos [Dub.] 7-7
Not analysed yet
Τοῦ αὐτοῦ. Εἰ οἱ προκόπτοντες (84) κατὰ μείωσιν κακίας προκόπτουσι, δίκαιοι λέγονται οἱ τελείαν ἕξιν τῆς δικαιοσύνης κτησάμενοι, καὶ οἱ ἀνεμποδίστως προκόπτοντες. Δίκαιος γὰρ, φησὶν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. »Καὶ εἰ δίκαιος, πῶς κατήγορος; Καὶ εἰ κατήγορος, πάντως οὐ δίκαιος τέλειος. «Καὶ γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.» Καλῶς οὗν λέγεται ὁ διάβολος πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύειν, οὐ τῶν τελείων δηλονότι, ἀλλὰ τῶν σπευδόντων ἐπὶ τὴν τελειότητα. Εἰ γὰρ μὴ ἦν μῖσος πρὸς τὸν Σατανᾶν καὶ ἀτελὲς καὶ τέλειον, οὐκ ἅν ἔλεγεν ὁ Δαυΐδ· «Τέλειον μἴσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. »