Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ Ι´.
Origen, Selecta in Psalmos [Dub.] 6-10
Not analysed yet
Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει,κ. τ. ἑ. Τῶν πειρασμῶν (83) οἱ μὲν τῷ σώματι προάγονται. οἱ δὲ ψυχῇ, οἱ δὲ τοῖς ἐκτός· καὶ οἱ μέν εἰσι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυλακῶν αἵτιοι· οἱ δέ εἰσιν ἀκάθαρτοι λογισμοὶ γεννῶντες ἁμαρτίαν καὶ δόγματα ψευδῆ· οἱ δὲ ζημίας ἔχουσι χρημάτων, ἀποβολὰς τέκνων, καὶ γυναικῶν ἀφαιρέσεις· καὶ δῆλον ἐκ τούτων, ὅτι ἐκυρίευσε παντὸς δικαίου ὁ Σατανᾶς. Εἰ γὰρ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ Σατανᾶς, καὶ δίκαιοι πάντες αὐτοῦ ἐχθροί εἰσι, πάντων ἄρα κατακυριεύσει. Οὐ μὲν παντὶ δὲ δηλονότι πράγματι κυριεύσει, ἀλλʼ ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδʼ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία Γραφὴ, ὅπερ ἐστὶ εἰς πέρας ἀγαγεῖν τὸ οὐκ ἐνδεχόμενον· εἴ γε «διελογίσαντο βουλὰς αἷς οὐ μὴ δύνωνται στῆναι. »Καὶ γὰρ ἐν τῷ Ἰὼβ ψευδόμενος ὁ διάβολός φησι· «Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν, πάρειμι, καίτοι μηδὲν πείσας τῷ Ἰὼβ ἄτοπον πεπραχέναι.