Ancient Greek · ~7 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-2
Not analysed yet
Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθάς κ. τ. ἑ. Οἱ μὲν ἁπλούστεροι (98) ὑπολήψονται λέγεσθαι ἐνταῦθα, ὅτι, τῶν ἀποκειμένων ἐν ἐπαγγελίᾳ κηρυσσομένων, οἱ πολλοὶ λέγουσιν, ὅτι, Τίς ταῦτα ἡμῖν δείξει, καὶ ἐν αὐτοῖς γενέσθαι ποιήσει; δῆλον ὅτι πληχθέντες μὲν ὡς περὶ ἀληθῶν, καὶ ὀρεχθέντες αὐτῶν, διὰ δὲ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην κατὰ πολλὰ τῶν ἁμαρτανομένων οὐ πάνυ τι αὐτοῖς δεδωκότες τὸ ὄψεσθαι αὐτὰ καὶ ἐν αὐτοῖς ζήσεσθαι. Ἕτεροι δὲ οὕτω διηγήσονται τὸ λεγόμενον, ὅτι τὰ ἐν ἐπαγγελίᾳ ἀναγεγραμμένα τοῖς ἐκλεκτοῖς δοθήσεσθαι οὐ πάνυ τί ἐστι σαφῶς καὶ τρανῶς συνιέναι μὴ οὐχὶ σοφοὺς γεγενημένους· οἷον τίς ἡ γῆ ἣν κληρονομήσουσιν οἱ πραεῖς· καὶ τί τὸ κληρονομῆσαι αὐτὴν νοητέον, ἢ τί τὸ διὰ τὴν καθαρότητα τῆς καρδίας ὄψεσθαι Θεὸν ἀόρατον τυγχάνοντα, ὃν οὐδεὶς ἑώρακε πώποτε· τίνος δὲ γινομένου καὶ ποταπῶν συμβαινόντων οἱ ἐπὶ τοῦ παρόντος πενθοῦντες ὕστερον παρακληθήσονται· τίς δὲ καὶ ποταπὴ ἡ βασιλεία τῶν οὐρανῶν. Πολλοὶ οὖν ἀκούοντες τὰ ἀναγεγραμμένα ἀγαθὰ βουλόμενοι αὐτὰ τῇ διανοία θεάσασθαι καὶ συνιέναι. λέγουσι τὸ, «Τίς ἔσται ὁ δείξων ἡμῖν ἀγαθά; »Σπάνιος γὰρ ἀληθῶς ὁ δυνάμενος δεικνύναι, ὡς διηγησάμεθα, τὰ ἀγαθὰ, ὁποῖος ὁ Παῦλος ἧν δυνάμενος αὐτὰ λόγῳ παραστῆσαι, ὥς φησί που τό· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ἀπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος, πνευματικὰ πνευματικοῖς συγκρίνοντες. »Τετηρήκαμεν πολλάκις τὸ, «τίς,» ἐν τῇ Γραφῇ ἐπὶ τοῦ σπανίου τεταγμένον, ὥσπερ ἐν τῷ· «Τίς πιστὸς καὶ φρόνιμος οἰκονόμος; »καί· «Τίς σοφὸς καὶ συνήσει ταῦτα; »καί· «Κύριε, τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;» Οὕτως καὶ ἐνθάδε λέγεται τὸ, «Τίς δείξει ἡμῖν τὰ ἀγαθά; »