Ancient Greek · ~6 min
72 to 77
Origen, Selecta in Psalmos [Dub.] 72-77
Not analysed yet
οῦ αὐτοῦ. Ὁ δὲ Ἀκύλας οὕτω· «Ψυχή μου ἐν σῷ μου ἐνδελεχῶς καὶ διηνεκῶς, καὶ νόμου σου οὐκ αθόμην »ὁ δὲ Σύμμαχος· «Ἡ ψυχή μου μετὰ άς μου διαπαντός· »ἡ δὲ πέμπτη ὁμοίως τοῖς δομήκοντα. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην, κ. τ. ἑ. Παγίδας οἱ ἁμαρτωλοὶ πολλὰς τοῖς δικαίοις καὶ διαφόρους ῥάπτουσιν· οἷον τῷ Ἰωσὴφ ἡ Αἰγυπτία καὶ οἱ ἀδελφοί· τῷ Δανιὴλ οἱ ἀπὸ τοῦ Δαρείου λαβόντες ἐξουσίαν· ἀλλʼ οὐκ ἀπεπλανήθησαν τῶν ἐντολῶν τοῦ Θεοῦ· διὰ τοῦτο τῶν παγίδων ἀνώτεροι ἐγένοντο. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἰσὶν, κ. τ. ἑ. Ὅσοι χαίρουσι ταῖς ἐντολαῖς τοῦ Θεοῦ, καὶ τὴν δικαιοπραγίαν ἀσπάζονται, οὗτοι διαπαντὸς κληρονομοῦσιν αὐτοῦ τὰ μαρτύρια, κλῆρον αὐτὰ καὶ μερίδα ἀντὶ πάντων τῶν ἐν τῷ κόσμῳ κτώμενοι, καὶ ὅπερ ἐὰν πάθωσιν ἐπʼ αὐτοῖς, εὐφραινόμενοι. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰλῶνα διʼ ἀντάμειψτν, κ. τ. ἑ. Εἰδὼς ἀποκειμένην ἀμοιβὴν ἔκλινα, ἥτις ἐστὶ βασιλεία Θεοῦ· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. »Τοῦ αὐτοῦ. Ἡ ἀντάμειψις τῶν δικαιωμάτων, ἡ γνῶσις αὐτῶν ἐστιν. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα, κ. τ. ἑ. Ὁ παράνομος, καθὸ παράνομος ὑπάρχει, μισητός ἐστι· καθὸ δὲ εἰκὼν καὶ πλάσμα Θεοῦ, ἀγαπητός ἐστι. Κατὰ γοῦν τὴν δευτέραν ἔννοιαν καὶ τοῖς ἐν τῇ φυλακῇ προσβάλλειν ἡμῖν προτέτακται, καὶ εὖ ποιεῖν τοὺς κακούργους νενομοθέτηται. Δύναται δὲ ἐνταῦθα λέγειν λόγους καὶ νόμους οῦς μεμίσηκεν ὁ Δαυΐδ.