Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 78
Not analysed yet
Τοῦ αὐτοῦ. Οὐκ ἐμίσει παρανόμους ἀνθρώπους καὶ γὰρ ἔδειξεν ὁ βίος αὐτοῦ, ὅτι οὐκ ἀνθρώπους παρανόμους ἐμίσησεν· οὔτε γὰρ τὸν πατραλοίαν Ἀβεσσαλὼμ ἐμίσησεν, οὔτε τὸν Σαοὺλ, (περὶ οὗ εἶπεν ὁ Θεός· «Μεταμεμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα»)· διαφόρως τῷ Δαυῒδ ἐπιβουλεύσαντα, οὔτε ἄλλον τινὰ παράνομον· ὅθεν «παρανόμους »εἰπὼν, οὐ προσέθηκεν «ἀνθρώπους »ὡς γὰρ ἅγιος ἐμίσει τὰ μίσους ἄξια, τοὺς λόγους τοὺς παρανόμους, τὰ δόγματα τὰ παράνομα, τὰς τοιαύτας διδασκαλίας, τὴν διάθεσιν καθʼ ἣν ἁμαρτάνουσιν· ὅθεν τοῖς παρανόμοις λόγοις ἀντέθηκε τὸν ἀγαπώμενον νόμον. Κατὰ ταύτην τὴν ἔννοιαν καὶ πατέρα καὶ μητέρα μισεῖν προστετάγμεθα, τουτέστιν ἀποστρέφεσθαι παρακαλοῦντας ἡμᾶς εἰς ἀσέβειαν, ἢ τοῦ κατὰ Χριστὸν ἀποτρέποντας μαρτυρίου. Ἄλλως γὰρ καὶ τοὺς ἐχθροὺς ἡμῶν ἀγαπᾷν προστετάγμεθα. Θεοῦ δὲ προκαλουμένου εἰς τὸ καὶ τὴν ἰδίαν μισῆσαι ψυχὴν, ὁμοίως καὶ ἀνθρώπους δεῖ παρανόμους μισεῖν, ὡς ἂν αὐτοὺς ἐπιστρέψωμεν βελτιούμενοι τῷ μὴ τούτοις ὁμοιωθῆναι.