Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΙΠ΄
Origen, Selecta in Psalmos [Dub.] 8-11
Not analysed yet
Τοῦ αὐτοῦ. «Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς. »Πότερον ἀπὸ κακίας (19) ἐπιστρέφων πρὸς τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά; Καὶ τάχα τοῦτο. Τὸ γὰρ πρότερον ἡ ἐντολὴ πέφυκς ποιεῖν. Ὁ τοῦ Μωϋσέως νόμος διαφόρως ὀνομάζεται. Λέγεται γὰρ νόμος, ὡς τὴν πολιτείαν ῥυθμίζων· μαρτυρία, ὅτι διαμαρτύρεται τὰ τῆς παραβάσεως, τιμωρίαν δεικνύς· δικαιώματα, ὅτι πρὸς τὸ καλὸν προτρέπων ἀπαγορεύει τὸ ἄδικον · ἐντολὴ, ὡς τὸ πρακτέον δεσποτικῶς κελεύων καὶ εἰσηγούμενος· κρίματα, ὅτι δείκνυσι τίνων ὁ φυλάσσων ἀγαθῶν τεύξεται, καὶ τίσι τιμωρίαις ὁ παραβαίνων παραδοθήσεται. Ὁ νόμος οὖν, φησὶ, τοῦ Κυρίου ἄμωμος Εν ἐπιστρέφει τὰς τῶν ἀνθρώπων ψυχάς.