Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΠ΄
Origen, Selecta in Psalmos [Dub.] 9-10
Not analysed yet
Τοῦ αὐτοῦ «Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος »Ἁγνεία ἐστὶν (20) ἁμαρτημάτων ἀποχὴ, καὶ ὁ φόβος ἁγνὸς, ὡς ἁγνοὺς ποιῶν· τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὤν ὁ φόβος, καὶ αἰωνίους οἷς ἂν γένηται ποιεῖ. Εὐλάβεια καὶ ὁ τοῦ Θεοῦ φόβος τῶν αἰωνίων ἀγαθῶν προξενεῖ τὴν ἀπόλαυσιν. Εἰκότως δὲ ὁ τοῦ Θεοῦ φόβος ἁγνός· ὁ γὰρ ἀνθρώπινος ψέγεται, καὶ δειλίας ἔχει προσηγορίαν.