Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΚΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-13
Not analysed yet
Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τάς ἡμέρας τῆς ζωῆς μου, κ. τ. ἑ. Τίς ἐστιν (77) ὁ καταδιώκων ἔλεος, ἢ περὶ οὗ φησιν ὁ Ἀπόστολος· «Ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε παὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις; »Ὁ καταδιώκων ἔμψυχός σε ἔλεος διώκει, οὒς μὲν καταλαμβάνει, οῦς δὲ οὔ. Τοὺς πάνυ φεύγοντας οὐ καταλαμβάνει· τοὺς δὲ ἕλαττον κρατεῖ, ἕνα ἐλεήσῃ. Οὐ μόνον δὲ ἔλεος καταδιώκει, ἀλλὰ καὶ τοῦτο ποιεῖ, «τὸ κατοεκεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. »Μῆκος γὰρ χρόνου, καὶ ἔτι ζωῆς, ἐν δεξιᾷ τῆς σοφίας ἠ μέραι δὲ ζωῆς φωτισμοί εἰσι διάφοροι τῆς ἀληθείας.