Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΛΘ.
Origen, Selecta in Psalmos [Dub.] 8-18
Not analysed yet
Κατέλαβόν με ἀνομίαι μου, καὶ οὐκ ήδυνήιην τοῦ βλέπειν, κ. τ. ἑ. Ἡ μνήμη τῶν παλαιῶν (80) πταισμάτων πέφυκεν ἐπισκοτεῖν ἡμῖν τῇ δισνοίᾳ. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου. Τουτέστι, τὰ περὶ ἡμᾶς ἀναίσθητα πληθύνεται κακὰ, ὧν πολλῶν γεγενη μένων, στερούμενοι τοῦ ὀρθῶς διανοεῖσθαι ἀπὸ τῆς καρδίας ἐγκατελείφθημεν. Ἱκετεύει δὲ ὁ λέγων ἐλέῳ φυλαχθῆναι, τῶν προτέρων μεμνη· μένος κακῶν πρὸς τὸ μὴ αὖθις περιπεσεῖν τοῖς αὺτοῖς. Καὶ ἡ ἀνάμνησις δὲ τῆς ἐπὶ τὰ κρείττονα μεταβοῆ, εὐχαρίστους ἐργάζεται καὶ προσεκτικούς. Κατασ χυνθείησαν καὶ ἐντραπείησαν ᾶμα οί ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτὴν, κ. τ. ἑ. Οὐ κατʼ οὐσίαν (81) ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν.