Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΛΘ.
Origen, Selecta in Psalmos [Dub.] 7-23
Not analysed yet
Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ, κ. τ. ἑ. Μεγάλη Ἐκκλησία (79) ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη, ἐν ᾗ εὐηγγελίζειτο δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ. Ἔγνω δὲ ταύτην αὐτοῦ, ὡς ἀποδεξάμενος καὶ οἰκειού μενος ὡς ἀδιαστάτως δὲ ἀπαγγέλλων. Ἔφη δέ· «Τὰ χείλη μου οὐ μὴ κωλύσω. »Οὐδὲ γὰρ κεκώλυκε· λαλεῖ δὲ δεῦρο δι᾿. εὐαγγελιστῶν καὶ τῶν κατὰ καιροὺς διδασκάλων, οὐς ἄν τις καὶ Χριστοῦ χείλη καλέσειε. Περὶ δὲ τῆς δικαιοσύνης αὐτοῦ, ὡς κρείττονος οὕσης τῆς νομικῆς, παρεγγυῶν ἔλεγεν· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ τῶν Φαρισαίων.»