Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΕ',
Origen, Selecta in Psalmos [Dub.] 8-22
Not analysed yet
Ἄγταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ, κ. τ. ἑ. Δὑνπαι τὸ (53), «ἀνταναιρῶν πολέμους, »λέγεσθαι, ἐπεὶ ἐπαύσαντο ὑπὸ Ῥωμαίων οἱ πρότερον συνεχεἱς γινόμενοι πόλεμοι, ὑπὸ μίαν ποιησάντων βασιλείαν τὰς πρότερον πολλὰς μετὰ τὴν γένεσιν τοῦ Σωτῆρος. Γἑγονε γὰρ «δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ ρἡνη, ἐν ἀνθρώποις εὐδοκία. »Ὁ Κύριος οὗν Ἰησοῦς ἔθετο τὰ ἐπὶ γῆς τέρατα, ἀνταναιρῶν τοὺς ἕως τῶν περάτων τῆς γῆς πολέμους, οὓς ἐπολεμοῦντο Οἱ ἄνθρωποι. Ἀνταναιρῶν δὲ τοὺς πολέμους σονέτριψς τὸ τόξον, ἀφʼ οὗ ἐπέμποωτο τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου, καὶ συνέκλασα τὸ ὅπλον αὐτοῦ, καὶ ποῦς θυρεοὺς κατέκαυσε. Τὸ δὲ ὑψωθήσομαι »Θεθῦ φωνὴ λέγοντος ταῦτα, μετὰ τὸ ἀνταναιρεθῆναι τοὺς ἕως τῶν περάτων τῆς γῆς πολέμους, καὶ συντκβῆναι τόξον, καὶ συγκλασθῆναι ὅπλον.