Ancient Greek
ΨΑΛΜΟΣ ΜΕ',
Origen, Selecta in Psalmos [Dub.] 7-27
Not analysed yet
Τοῦ αὐτοῦ. Ἐὰν ἀκούσῃ φωνῆς (52) Κυρίου ψυχὴ λογικὴ, σαλεύεται, μεταβαίνουσα ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν Θεοῦ. Τῆς θείας, φησὶ, βοηθείας ἐπιφανείσης, νῶτα δεδώκασιν οἱ πολέμιοι, καὶ αἱ τἀναντία πάλαι φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν αὐχένα τῷ θείῳ ζυγῷ καὶ σωτηρίῳ· τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ καὶ ταῖς παντοδαπαῖς θαυματουργίαις οἶον φωνῇ τινι χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξεν.