Ancient Greek · ~3 min
ΨΑΛΜΟΑ ΟΓ΄,
Origen, Selecta in Psalmos [Dub.] 8-27
Not analysed yet
Ἴνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εῖς τέλος; κ. τ. ἑ. Εἰ διαφέρει ἡ χεὶρ (96) καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι μήποτε ἡ μὲν χεὶρ τὰ κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ, ἡ δεξιὰ δὲ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθά οἷον ἡ χεὶρ, ὅτε θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἀποστολὴν διʼ ἀγγέλων πονηρῶν Αἰγυπτίοις ὑπὲρ Ἑβραίων ἀπέστειλεν ὁ Θεὸς ἐκ μέσου τοῦ κόλπου· ὡς πάλαι μὲν δεδομένων ἐκ μέσου τοῦ κόλπου ἀγαθῶν ἀπὸ τῆς χειρὸς τοῦ Θεοῦ· ὕστερον δὲ ἀποστραφείσης τῆς θείας χειρὸς ἀπὸ τοῦ λαμβάνειν ἐκ μέσου τοῦ κόλπου ἀγαθὰ, καὶ διδόναι τῷ λαῷ. Ἅμα δὲ ζητήσεις εἰ δύο εἰσὶν ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ.