Ancient Greek
9 to 15
Origen, Selecta in Psalmos [Dub.] 9-29-15
Not analysed yet
Ὁ δὲ Θεῖς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς, κ. τ. ἑ. Ὄτε ὁ Υἱὸς (97) τοῦ ἀνθρώπου ἐποίησεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Τάχα δὲ «τὸ μέσον τῆς γῆς »τὸ κέντρον αὐτῆς λέγει, σφαιροειδοῦς οὕσης. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, κ. τ. ἑ. Ἵνα μηκέτι (98) ἐναντίος ἢ ὁ ἄνεμος τοῖς πλέουσι μαθηταῖς, καὶ γενομένης αὐτοῖς γαλήνης γένωνται εἰς τὴν γῆν εἰς ἣν ὑπῆγον. Θέρος καὶ ἔαρ σὺ ἐποίησας, κ. τ. ἑ. Διὰ τί παρῆκε (99) τὸ μετόπωρον καὶ τὸν χειμῶνα; Φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως. Μνήσθητι ταύτης, κ. τ. ἑ. Μνήσθητι ταύτης (1) τῆς κτίσεως δηλονότι. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν πεποίηκας, παράσχου τὴν ἐπικουρίαν οὐ τοῖς, διʼ οὓς ἡ κτίσις γεγένηται· ἢ καὶ οὕτως ταύτης τῆς συναγωγῆς ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· καὶ πρὸς ἐκεῖνο γὰρ ἀποδίδοται. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, κ. τ. ἑ. Εἰ θηρία (2) λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμὸς, ἐν τθῖς δαίμοσιν ἄρα ἐπικρατεῖ ὁ θυμός. Καὶ ἐν τῷ Ἰὼβ λέγει· «Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι. »Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, κ. τ. ὲ. Μνήσθητι τῶν (3) ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ, δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι. Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοε τῆς γῆς οἴκων ἀνομιῶν, κ. τ. ἑ. Ἐσκοτισμένος νοῦς (4) πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν, καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται.