Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Η´.
Origen, Selecta in Psalmos [Dub.] 8-5
Not analysed yet
Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χερῶν σου, κ. τ. ἑ. Καὶ ὁ Ἀπόστολος (63) ἐντεῦθεν ὠνόματε «τὸν ἀμάραντον τῆς δόξης στέφανον. »Καὶ ἔσθʼ ὅτε τιμῇ ἐστεφανωμένος τις οὐ συνῆκεν, ὡς ἐν τῷ· «Ἄνθρωπος ἐν τιμῆ ὢν οὐ συνῆκεν. »Οὐκ Ἐπὶ τὰ ἔργα σου δὲ εἶπεν, ἅπερ οἶμαι εἶναι τὰ μὴ βλεπόμενα. Πρῶτοι μὲν οὖν ἐν ἔργοις ἐσμὲν χειρῶν Θεοῦ, τουτέστι τοῖς μὴ βλεπομένοις. Ταῦτα δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν νοεῖται τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν· δόξῃ γὰρ καὶ τιμῇ ὁ ἄνθρωπος ἐστεφάνωται· «Συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, »καθώς φησιν ὁ Ἀπόστολος.