Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Η´.
Origen, Selecta in Psalmos [Dub.] 7-6
Not analysed yet
Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, κ. τ. ἑ. Καὶ αὐτὸς γάρ σου (62) γνῶσινἔχειν πεφυκὼς, οὐκ ἀπολείπεται λίαν. Ὁμοιοῦται γάρ σοι, κατὰ τὸ δυνατὸν, ἁγιότητος καὶ ἀρετῆς ἀναλήψει. Καὶ διὰ τὴν εἰκόνα καὶ τὴν ὁμοίωσιν τὴν τῶν θνητῶν αὐτῷ ζώων προστασίαν ἀπένειμας. Ταύτας εἰρῆσθαι περὶ Χριστοῦ τὰς λέξεις ὁ Παῦλος Ἑβραίοις φησί. Λέγει γάρ· «Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. »