Ancient Greek
ΨΑΛΜΟΣ ΙϚ´
Origen, Selecta in Psalmos [Dub.] 8-9
Not analysed yet
Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξὸν με ὡς κόρην ὀφθαλμοῦ, κ. τ. ἑ. Ὁ ἀνθεστηκὼς(45) Χριστῷ, ἀνθέστηκε τῇ δεξιᾷ τοῦ Θεοῦ. Εἰ δέ ἐστι καλῶς ἀριστερᾷ ἀνθεστηκέναι ζητήσεις. Ὁ δὲ διορατικώτατος, ὡς κόρη ὢν ὀφθαλμοῦ τοῦ ἐν τῷ ὅλῳ Χριστοῦ σώματι, τοῦτο ἐρεῖ· οὗ ἅπτεσθαί ἐστι τῆς κόρης τοῦ ὀφθαλμοῦ ἅπτεσθαι. Ὁρῶν δέ τις τὸ πλῆθος τῶν ἀνθεστηκότων τῷ τῆς ψυχῆς ὀφθαλμῷ, προστρεχέιω τῷ Θεῷ, ἐκ τῶν πεμπομένων οἱονεὶ βελῶν καθάπερ ὅπλῳ τῇ θείᾳ σκέπῃ ῥυσθῆναι δεόμενος, ἵνα μὴ ταλαίπωρον αὐτὸν ἀπεργάσωνται. Ἐπεὶ δὲ δεξιὰ Κυρίου ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἀνθίστανται δὲ ταύτῃ ἐχθροὶνοητοί τε καὶ ἀόρατοι, ἀφʼ ὦν ἀβλαβῆ διαμένειν αἰτεῖ τὸν ἴδιον νοῦν, ἀνδρὸς δὲ ἡ φωνὴ πεφωτισμένου τοὺς τῆς ψυχῆς ὀφθαλμούς.