Ancient Greek
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 88
Not analysed yet
Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὀδὸν ἄδικον ἐμίσησα, κ. τ. ἑ. Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας οὐδὲ πᾶσαν ὁδὸν ἄδικον ἐμίσησεν. Εἰ δὲ ὁ φοβούμενος τὸν Κύριον μισεῖ ἀδικίαν, οὗτος δὲ οὐκ ἐμίσησεν, οὐ φοβεῖται τὸν Κύριον. Ὁ δὲ μὴ φοβούμενος οὐ μακάριος, εἴπερ. «Μακάριος ὁ φοβούμενος τὸν Κύριον. »Ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ἀγαπῶν μισεῖ πᾶσαν κακίαν, ὡς ἀντικειμένην αὐταῖς. Ἀσύμβατον γὰρ ἀρετὴ καὶ κακία, φῶς καὶ σκότος, ὑγεία καὶ νόσος.