Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 89
Not analysed yet
Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύ νησεν αὐτὰ ὁ ψυχή μου, κ. τ. ἑ. Ἐπεὶ μεγάλα ὄντα καὶ πολὺν ἔχοντα νοῦν τὰ μαρτύριά σου, θαυμαστά ἐστι, τούτου χάριν οὐχ ὡς ἔτυχεν αὐτοῖς προσέχω. ἀλλʼ ἐπιτεταμένως ἐξερευνᾷ αὐτὰ ἡ ψυχή μου· ἔχων γὰρ τὴν αὐτῶν θεωρίαν, ὀρῶ ἐμαυτὸν πολὺ τῆς ἐπιστήμης αὐτῶν ἀπολειπόμενον, καὶ δεύτερον αὐτοῖς ἐπιβάλλω· εἶτα πάλιν ὀρῶν, ὅτι μόγις ἐν εἰσαγωγῇ αὐτῶν ὑπάρχω, ἐπιτείνω τοίνυν ἐγχωροῦσάν μοι ἔρευναν, ἕως οὗ τὴν ἀκραιφνεστάτην τῆς ἐπιστήμης αὐτῶν ἕξω ἀλήθειαν.