Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΗ΄.
Origen, Selecta in Psalmos [Dub.] 9-24
Not analysed yet
θοῦ αὐτοῦ. Ὁ κοπιῶν (84) διὰ τῆς πρακτικῆς, ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. Καθαψάμενος τῶν ἀμετανοήτων, τρέπεται καὶ ἐπὶ τοὺς μετανοοῦντας, καὶ παρηγορεῖ τὸν κόπον τῆ, μετανοίας ταῖς ἐλπίσι τοῦ μέλλοντος. Ἐκοπίασε, φησὶν, ἐνταῦθα μετανοῶν, καὶ τὸ λοιπὸν ζήσεται διὰ παντός. Τοῦτο γὰρ σημαίνει τὸ «εἰς τέλος. »Ζωὴν δὲ λέγει τὴν κυρίως τὴν ἄπονον. Ἡ γὰρ ἐνταῦθα καταχρηστικῶς. Τέλος δὲ νοήσεις τὸν μέλλοντα αἰῶνα, ὅστις ἐστὶ τέλος τοῦ παρόντος. Τοῦτο ὁ μὲν Σύμμαχος οὕτω φησίν· «Ἀναπαυσάμενος τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει· »ὁ δὲ Ἀκύλας· «Καὶ ἀνεπαύσατο εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. »Ὁ γὰρ ἐνταῦθα ἐπίπονον κτησάμενος βίον καὶ ἔγκοπον, οὗτος τῆς ἐπηγγελμένης ζωῆς κατὰ τὸν μέλλοντα αἰῶνα ὰξιωθήσεται, οὐκ ὀψόμενος καταφθορὰν, ἡνίκα ἂν ἀποθνήσκωσιν οἱ σοφοί.