Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 9-27
Not analysed yet
Εἰσελεύσονται εἰς τὰ κατώτατα, κ. τ. ἑ. Ὅσῳ χεῖται (18) ἡ κακία τινὸς, τοσούτῳ κατωτέρω γινόμενος, εἰσέρχεται εἰς τὰ κατώτερα τῆς γῆς. Τροπικῶς δὲ «χεῖρες ῥομφαίας, »ὡς χεῖρες γλώσσης. «Μερίδες ἀλωπέκων ἔσονται. »Φασὶ, τοὺς λέοντας, ἐπειδάν τινος ἐπιλάβωνται ζώου, ῥοφεῖν τε τὸ οἷμα, καὶ ἁρπακτικῶς ἐσθίειν τὸ προσπεσὸν, καὶ μάλιστα τὰ κυριώτερα τῶν μελῶν, τὰ δὲ περιττὰ καταλιμπάνειν· ταῦτα δὲ τὰς ἀλώπεκας εὑρούσας ἐσθίειν· ἐπεὶ οὖν ἐσθίουσιν αὗται τὰ παῤ ἐκείνοις ἤδη ἀναιρεθέντα, τοῦτό φησιν, ὅτι τιμωρίαι αὐτοὺς διάφοροι διαδέξονται, καὶ ἀπὸ τούτων εἰς ἑτέρους ἐμπεσόντες, διαφόρῳ τῇ τιμωρίᾳ περιβληθήσονται.