Ancient Greek · ~5 min
9 to 13
Origen, Selecta in Psalmos [Dub.] 9-5-13
Not analysed yet
Ἀπόστητε ἀπʼ ἐμού, πάντες οἱ ἐργαζόμενοι τήν ἀνομίαν, κ. τ. ἑ. Δαιμόνων τὸ (37) διὰ παντὸς τὶν ἀνομίαν ἐργάζεσθαι· ἀνθρώπων τὸ μὴ διὰ παντός· ἀγγέλων τὸ μηδέποτε. Ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Εἰσήκουσε Κύρος τῆς δεήλεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο, κ. τ. ἑ. Ὁ τῶν κλαιόντων (38) μακαρισμὸνσυνιεὶς, καὶ κλαίων, ταῦτα ἐρεῖ πᾶσι τοῖς παροῦσιν αὐτῷ ἐργαζομένοις τὴν ἀνομίαν, ὁρατοῖς, ἀοράτοις. Πρῶτον δὲ ὁ Θεὸς φωνῆς καὶ κλαυθμοῦ ἀκούει, εἶτα δεήσεως, εἶτα τὴν προσευχὴν προσδέχεται. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντεςοί ἐχθροί μου, κ. τ. ἑ. Ἡαἰσχύνη (39) εἰς συναίσθησιν ἄγει τὸν ἁμαρτάνοντα. Παύσασθε, φησὶν, ἐμοὶ τὰ ὀνείδη προσφέροντες· τὰ οἰκεῖα δὲ κακὰ λογιζόμενοι, αἰσχύνης καὶ ταραχῆς ἀναπλήσθητε. Δίκαιον γὰρ καὶ φοβερὸν τὸ θεῖον κριτήριον. ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους, κ. τ. ἑ. Ἐὰν νικήσωμεν (40), τὰ ἀντιπαλαίοντα καταισχύνονται, μάλιστα ὅτε τις ὁ ἄνθρωπος τούτων κρείττων εὑρίσκεται, καὶ συγχέων ταράσσει αὐτὰ τῇ ἑαυτοῦ σοφίᾳ. Τάχα δὲ καὶ ἐπιστρέφει αὐτὰ αἰσχυνθέντα, καὶ ταχέως ὁ ἅγιος τοῦτο ποιεῖ. Τοῦ αὐτοῦ. Νοήσεις ταῦτα λέγεσθαι καὶ πρὸς τοὺς τὴν κατασκευὴν αὐτῷ κατεργασαμένους ἀοράτους ἐχθροὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ, καὶ μετὰ τὴν ἁμαρτίαν ἐπιβαίνοντας, ἐν οἷς Ελεγον· «Οὐκ ἕστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. »