Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ϛ´.
Origen, Selecta in Psalmos [Dub.] 8-4
Not analysed yet
Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου, κ. τ. ἑ. Οὐδὲν οὕτω (63) τυψλοῖ νοῦν ὡς θυμὸς ταρασσόμενος. Διὰ ταύτην τὴν τοῦ ὀφθαλμοῦ ταραχὴν οὐ καθαρῶς, ἀλλὰ συγκεχυμένως ὁρᾷ καὶ ὁ βλέπειν τὰ νοητὰ δοκῶν. Τὸ δὲ, «ἐπαλαιώθην, »οἷον, Παλαιὸς καὶ πολυχρόνιος γέγονα, ἐν αὐτοῖς διατρίβων ἐν τῷ βίῳ ὅπου εἰσίν· ἢ, Τὸν παλαιὸν παῤ αὐτοῖς ἀνέλαβον ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, «τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. »