Ancient Greek · ~5 min
90 to 94
Origen, Selecta in Psalmos [Dub.] 90-94
Not analysed yet
Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτε τὰς ἐντολάς σου ἐπεπόθουν, κ. τ. ἑ. Ὁ ἀνοίξις διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον Πνεῦμα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ. Τὸ στόμα τῆς ψυχῆς μου ἐστὶν ἡ διάνοια. Τοῦτο οὖν κλείσας τοῖς πονηροῖς λογισμοῖς, ἤνοιξα τοῖς ἀγαθοῖς. καὶ εἵλκυσα Πνεῦμα συνέσεως, χάριτος, καὶ σοφίας. Τοῦ αὐτοῦ. Μισθὸς ἅρα τῆς χορηγίας τοῦ Πνεύματος ἡ φράσις τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ ἡ κατόρθωσις, ὥστε ἀνοῖξαι μόνον ἡμᾶς τὸ στόμα, καὶ παραχρῆμα Πνεῦμα ἐξ οὐρανῶν ἕλκεν. Τὰ διαβήματὰ μου κατεύθυνον κατὰ τὸ λόγιν σου, κοὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, κ. τ. ἑ. Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· τοῦ δὲ κατʼ ἐνέργειαν πρανομοῦντος, κατακυριεύειν. τάχα τῶν μὲν ὀλίγα ἀμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείσνα κατακυριεύει. Διεξύδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλομοί μου, εἰ οὐκ ἐφύλαξα τὸν νόμον σου, κ. τ. ἑ. Τοὺς τὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομάὧν ἡμᾶς ἀποτρέπει Σολομὼν, λέγων· «Ἀπὸ ὕδας ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ ς·» οῦ αὐτοῦ. Οἱ ἡμέτεροι ὀφθαλμοὶ εἰς διεξόδους άτων καταδύνουσι τὰ τοῦ βίου πράγματα ἄστατα, ἐστι χρεία λοιπὸν ἐκεῖθεν ἀναχθῆναι καὶ διαβλέψαι, τε τὰ ἐστηκότα τοῦ μέλλοντος αἰῶνος Τοῦ αὐτοῦ. Ὁ Σύμμαχος οὔτω· «Διαιρέσεις ὑδάν κατέδυναν οἱ ὀφθαλμοί μου περὶ τῶν μὴ φυλατων τὸν νόμον σου. »