Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
Pappus Alexandrinus, Synagoge 11
Not analysed yet
11 Ἀλλὰ δὴ τὸ πλῆθος τῶν Α Β Γ ∠Ε μὴ μετρείσθω ὑπὸ τετράδος· μετρούμενον δὴ ἤτοι α΄ ἢ β΄ ἢ γ΄ λείψει. εἰ μὲν οὖν ἕνα λείψει, ἔσται ὁ ἐκ τῶν Α Β Γ ∠Ε Ζ Η Θ στερεὸς μυριάδων ὁμωνύμων τῷ Ο, ὅσος ἐστὶν ὁ ἐκ τῶν Κ Λ Μ Ν Ξ στερεὸς ἐπὶ τὸν ἐκ τῶν Ζ Η Θ γενόμενος δεκάκις, εἰ δὲ δύο λείψει, ἑκατοντάκις . εἰ δέ τρεῖς λείψει, ὅσων ὁ ἐκ τῶν Κ Α Μ Ν Ξ ἐπὶ τὸν ἐκ τῶν Ζ Η Θ χιλιάκις γενόμενος ἔσται μονάδων, τοσούτων μοριάδων ὁμωνύμων τῷ Ο. τὸ δὲ γραμμικὸν ἐκ τοῦ στοιχείου δῆλον.