Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
Pappus Alexandrinus, Synagoge 12
Not analysed yet
12 κβ΄. Ἔστω ὁ μὲν Α ἐλάσσων μὲν χιλιάδος μετρούμενος δὲ ὑπὸ ἑκατοντάδος, ἕκαστος δὲ τῶν Β Γ ∠ἐλάσσων δεκάδος, καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ ∠στερεὸν εἰπεῖν. Κείσθω γάρ τοῦ μὲν Α πυθμὴν ὁ Ε, ὁ δὲ ἐκ τῶν Ε Β Γ ∠ὁ Ζ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠στερεὸς ἑκατοντάκις ἐστὶν ὁ Ζ. Φανερὸν δέ καὶ τοῦτο διὰ τῶν ἀριθμῶν, τοῦ Α ὑποκειμένου, φέῤ εἰπεῖν, μονάδων τ΄ καὶ τοῖ Β μονάδων γ΄ καὶ τοῦ Γ μονάδων δ΄ καὶ τοῦ ∠μονάδων ε΄· ὁ μὲν γάρ ὑπὸ τῶν Α Β Γ ∠ἐστὶν μ η, ὁ δέ ὑπὸ τῶν Ε Β Γ ∠ἐστὶν μονάδων ρπ΄· οὗτος δὲ γενόμενος ἑκατοντάκις ἔσται μ η. τὸ δὲ γραμμικὸν ἐκ τοῦ στοιχείου δῆλον.