Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
Pappus Alexandrinus, Synagoge 4
Not analysed yet
4 ιϚ΄. Ἔστωσαν δύο ἀριθμοὶ οἱ ΑΒ, καὶ ὁ μὲν Α ὑποκείσθω ἐλάσσων μὲν χιλιάδος μετρούμενος δὲ ὑπὸ ἑκατοντάδος, οἷον μονάδες φ΄, ὁ δέ Β ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, οἷον μονάδες μ΄, καὶ δέον ἔστω τὸν ἐξ αὐτῶν ἀριθμὸν εἰπεῖν μὴ πολλαπλασιάσαντα αὐτούς. Ἔστι δὲ φανερὸν διὰ τῶν ἀριθμῶν οἱ γὰρ ε΄ δ΄ πυθμένες αὐτῶν ὄντες πολλαπλασιασθέντες ποιοῦσι μονάδας κ΄, χιλιάκις δὲ ὁ κ΄ ἀριθμὸς ποιεῖ μυριάδας δύο ποιούσας τὸν ὑπὸ τῶν Α Β γινόμενον. τὸ δὲ γραμμικὸν δῆλον ἐξ ὧν ἔδειξεν Ἀπολλώνιος.