Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
Pappus Alexandrinus, Synagoge 5
Not analysed yet
5 ιζ΄. Ἐπὶ δὲ τοῦ ιη΄ θεωρήματος. Ἔστω πλῆθος ἀριθμῶν τὸ ἐχʼ ὧν τὰ Α, ὧν ἕκαστος ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, καὶ ἄλλο πλῆθος ἀριθμῶν τὸ ἐχ’ ὧν τὰ Β, ὧν ἕκαστος ἐλάσσων μὲν χιλιάδος μετρούμενος δὲ ὑπὸ ἑκατοντάδος, καὶ δέον ἔστω τὸν ἐκ τῶν ἐχ᾿ ὧν τὰ Α Β στερεὸν εἰπεῖν μὴ πολλαπλασιάσαντα αὐτούς. Έστωσαν γὰρ πυθμένες τῶν μὲν ἐχʼ ὧν τὰ Α οἱ ἐχʼ ὧν τὰ Η, μονάδες α΄ καὶ β΄ καὶ γ΄ καὶ δ΄ ,τῶν δὲ ἐχʼ ὧν τὰ Β οἱ ἐχʼ ὧν τὰ Θ, μονάδες β΄ καὶ γ΄ καὶ δ΄ καὶ ε΄, καὶ ληφθέντες τοῦ ἐκ τῶν πυθμένων στερεοῦ ,τουτέστιν τοῦ Ε, μονάδων ὄντος βωπ΄, τὸ πλῆθος τῶν ἐχʼ ὧν τὰ Α προσλαβὸν τὸν διπλασίονα τοῦ πλήθους τῶν ἐχʼ ὧν τὰ Β μετρείσθω πρότερον ὑπὸ τετράδος . καὶ δείκνυσιν ὁ Ἀπολλώνιος τὸν ἐκ πάντων τῶν ἐχʼ ὧν τὰ Α Β στερεὸν μυριάδων τοσούτων, ὅσαι εἰσὶν ἐν τῷ Ε μονάδες, ὁμωνύμων τῷ Ζ ἀριθμῷ, τουτέστιν τριπλῶν μυριάδων βωπ΄.