Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗΣ Γ.
Pappus Alexandrinus, Synagoge 65
Not analysed yet
65 λ΄. Ἂν δὲ θέλωμεν ἑκατέραν ἑκατέρᾳ ἴσην εἶναι, δεήσει τὴν μὲν ΑΓ τῆς ΑΒ μείζονα ὑποθέσθαι, τὴν δὲ ΒΓ τῆς ΒΑ ἐλάσσονα. Ἐχέτω γὰρ οὕτως, καὶ ὁμοίως ἡ ΒΕΖ περιφέρεια γεγράφθω, καὶ τὸ ∠σημεῖον εἰλήφθω, καὶ ἐπεζεύχθωσαν αἱ ∠Α ∠Γ, καὶ τῆς ∠Γ ἐκβληθείσης τῇ ΒΓ ἴση κείσθω ἡ ∠Κ, καὶ ἢ ΚΗΘ περιφέρεια κατὰ τὸ αὐτὸ γραφεῖσα τεμνέτω τὴν Α∠ κατὰ τὸ Θ, τὴν δὲ ΑΖ κατὰ τὸ Η. ἐπεὶ δὲ μείζων ἡ ΑΒ τῆς ΒΓ, ἔσται καὶ τῆς ∠Θ μείζων. κείσθω αὐτῇ ἴση ἡ ∠Λ, καὶ περὶ κέντρον τὸ ∠διὰ τοῦ Λ περιφέρεια γραφεῖσα τεμνέτω τὴν ΑΗ κατὰ τὸ Μ. δὴ ὅτι ἐπιζευχθεῖσα ἑκατέρα τῶν ∠Μ ∠Η ἴση ἔσται ἑκατέρᾳ τῶν ΑΒ ΒΓ.