Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗΣ Γ.
Pappus Alexandrinus, Synagoge 75
Not analysed yet
75 μ΄. Εἰς τὴν δοθεῖσαν σφαῖραν ἐγγράψαι τὰ πήντε πολύεδρα, προγράφεται δὲ τάδε. Ἔστω ἐν σφαίρᾳ κύκλος ὁ ΑΒΓ, οὗ διάμετρος ἡ ΑΓ καὶ κέντρον τὸ ∠,καὶ προκείσθω εἰς τὸν κύκλον ἐμβαλεῖν εὐθεῖαν παράλληλον μὲν τῇ ΑΓ διαμέτρῳ, ἴσην δὲ τῇ δοθείσῃ μὴ μείζονι οὔσῃ τῆς ΑΓ διαμέτρου. Κείσθω τῇ ἡμισείᾳ τῆς δοθείσης ἴση ἡ Ε∠, καὶ τῇ ΑΓ διαμέτρῳ ἤχθω πρὸς ὀρθὰς ἡ ΕΒ, τῇ δὲ ΑΓ παράλληλος ἡ ΒΖ, ἥτις ἴση ἔσται τῇ δοθείσῃ διπλῆ γάρ ἐστιν τῆς Ε∠ (ἐπεὶ καὶ ἴσῃ τῇ ΕΗ, παραλλήλου ἀχθείσης τῆς ΖΗ τῇ ΒΕ).