Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
Pappus Alexandrinus, Synagoge 9
Not analysed yet
9 κ΄. Ἀλλὰ δὴ ἔστωσαν τρεῖς ἀριθμοὶ οἱ Α Β Γ, καὶ ἔστω ἕκαστος αὐτῶν ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, ἕκαστος δὲ τῶν ∠Ε Ζ ἔστω ἐλάσσων δεκάδος, καὶ ἔστωσαν τῶν Α Β Γ πυθμένες οἱ Η Θ Κ, καὶ εἰλήφθω ὁ ἐκ τῶν Η Θ Κ ∠Ε Ζ στερεὸς καὶ ἔστω ὁ Ξ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠Ε Ζ στερεὸς ἴσος ἐστὶν χιλίοις τοῖς Ξ. Ἔστι φανερὸν διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος λόγου χάριν μονάδων κ΄ καὶ τοῦ Β μονάδων λ΄ καὶ τοῦ Γ μονάδων μ΄ καὶ τοῦ ∠μονάδων β΄ καὶ τοῦ Ε μονάδων γ΄ καὶ τοῦ Ζ μονάδων δ΄, τοῦ δὲ Η μονάδων β΄ καὶ τοῦ Θ μονάδων γ΄ καὶ τοῦ Κ μονάδων δ΄ ὁ γὰρ ὑπὸ Α Β Γ ∠Ε Ζ στερεός ἐστιν μυριάδων νζ΄ ἁπλῶν καὶ μονάδων Ϛ, ὁ δὲ ὑπὸ τῶν Η Θ Κ πυθμένων καὶ τῶν ∠Ε Ζ ἔσται μονάδων φοϚ΄, αὗται δὲ χιλιάκις γενόμεναι, τουτέστιν ἐκ πάντων στερεός, γίνεται μυριάδων ἁπλῶν νζ΄ καὶ μονάδων Ϛ.