Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
Pappus Alexandrinus, Synagoge 8
Not analysed yet
8 ιθ΄. Ἀλλὰ δὴ ἔστωσαν δύο ἀριθμοὶ οἱ Α Β, ὧν ἑκάτερος ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, τῶν δὲ Γ ∠Ε ἕκαστος ἐλάσσων δεκάδος ἔστω, καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ ∠Ε στερεὸν εἰπεῖν. Ἔστωσαν γὰρ τῶν Α Β πυθμένες οἱ Ζ Η· λέγω ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠Ε στερεὸς τοῦ ἐκ τῶν Ζ Η Γ ∠Ε στερεοῦ ἑκατονταπλάσιός ἐστιν. Φανερὸν δὲ καὶ τοῦτο διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος μονάδων κ΄ καὶ τοῦ Β μονάδων λ΄ καὶ τοῦ Γ μονάδων β΄ καὶ τοῦ ∠μονάδων γ΄ καὶ τοῦ Ε μονάδων δ΄ καὶ τοῦ Ζ μονάδων β΄ καὶ τοῦ Η μονάδων γ΄· ὁ γὰρ ὑπὸ τῶν Α Β Γ ∠Ε στερεός ἐστιν μ δυ΄, ὁ δὲ ὑπὸ Ζ Η Γ ∠Ε μονάδες ρμδ΄, οὗτος δὲ γενόμενος ἑκατοντάκις ποιεῖ μ δυ΄. τὸ δὲ γραμμικὸν ἐκ τῶν Ἀπολλωνίου.