Ancient Greek · ~1 min
Section 25
Paradoxographus Florentinus, Mirabilia de aquis 25
Not analysed yet
Ἀρίστων δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῆι Κίωι πηγὴν φησὶν ὕδατος εἶναι· ἀφʼ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύτης ἐπίγραμμα τοιόνδε. ῆδεῖα ψυχροῖς ποτοῦ λιβὰς ἢν ἀναβάλλει πηγή· ἀλλὰ νόωι, πέτρος ὁ τῆσδε πιών: