Ancient Greek · ~2 min
Section 26
Paradoxographus Florentinus, Mirabilia de aquis 26
Not analysed yet
ἐν δὲ Σούσοις τῆς Περσίδος, ὕδωρ εἶναι λέγουσιν· ὅ τῶν πιόντων ἐκπίπτειν ποιεῖ παραχρῆμα τοὺς ἐμπροσθίους ὀδόντας· κεχάρακται δὲ καὶ ἐπὶ ταύτης τὸ ἐπίγραμμα τόδε. ὕδατα ταῦτα βλέπεις φοβερὰ ξένε· τῶν ἄπο χερσὶ λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἐστιν ἔχειν· ἤν δὲ βάληις κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος, αὐτῆμαρ πριστῆρες ἐπὶ χθόνι δαιτὸς ὀδόντες πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἔδη: