Ancient Greek
1.124.9
Parmenides, Testimonia 1.124.9
Unproofread scanNot analysed yet
THEOP. in phys. 65,23 Vit. φασὶ δὲ γεγράφθαι αὐτῷ [Aristoteles] ἰδία βιβλίον πρὸς τὴν Παρμενίδου δόξαν. 23 Hippol. Ref. I 11 (D. 564) (1) καὶ γὰρ καὶ Π. ἐν μὲν τὸ πᾶν ὑποτίθεται αἴδιόν τε καὶ ἀγέννητον καὶ σφαιροειδὲς οὐδὲ αὐτὸς ἐκφεύγων τὴν τῶν πολλῶν δόξαν πῦρ λέγων καὶ γῆν τὰς τοῦ παντὸς ἀρχάς, τὴν μὲν γῆν ὡς ὕλην τὸ δὲ πῦρ ὡς αἴτιον καὶ ποιούν. τὸν κόσμον ἔφη φθείρεσθαι, ὡς δὲ τρόπωι. οὐκ εἶπεν. (2) ὁ αὐτὸς δὲ εἶπεν αἴδιον εἶναι τὸ πᾶν καὶ οὐ γεγόμενον καὶ σφαιροειδὲς καὶ ὁμοιον, οὐκ ἔχον δὲ τόπον ἐν ἑαυτῷ, καὶ ἀκίνητον καὶ πεπερασμένον.