Ancient Greek
1.133.5
Parmenides, Testimonia 1.133.5
Unproofread scanNot analysed yet
χρὴ τὸ λέγειν τε νοεῖν τ’ ἔον ἔμμεναι· ἔστι γὰρ εἶναι, 15 μηδὲν δ’ οὐκ ἔστιν· τὰ σ’ ἐγὼ φράζεσθαι ἄνωγα. πρώτης γὰρ σ’ ἀφ’ ὁδοῦ ταύτης διζήσιος (εἴργω), αὐτὰρ ἔπειτ’ ἀπὸ τῆς, ἧν δὴ βροτοὶ εἰδότες οὐδὲν 5 πλάττονται, δίκρανοι· ἄμηχανίη γὰρ ἐν αὐτῶν στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται 20 κωφοὶ ὁμῶς τυφλοὶ τε, τεθηπότες, ἄκριτα φύλα, οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενομίσται κοὐ ταυτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.