Ancient Greek
2.67.3
Parmenides, Testimonia 2.67.3
Unproofread scanNot analysed yet
22. [PLUT.] Strom. 5 [EUS. P. E. I 8, 5 DOX. 580] Π. δὲ ὁ Ἐλεάτης, ἑταῖρος Ξενοφάνους, ἅμα μὲν καὶ τῶν τοῦτον δοξῶν ἀντεποιήσατο ἅμα δὲ καὶ τὴν ἐναντίαν ἐνεχείρησεν στάσιν. αἰδίον μὲν γὰρ τὸ πᾶν καὶ ἀκίνητον ἀποφαίνεται [καὶ] κατὰ τὴν τῶν πραγμάτων ἀλήθειαν· εἶναι γὰρ αὐτὸ μόνον —ἀγέννητον [fr. 8, 4]. γένεσιν δὲ τῶν καθ’ ὑπόληψιν ψευδῆ δοκούντων εἶναι. καὶ τὰς αἰσθήσεις ἐκβάλλει ἐκ τῆς ἀληθείας. φησὶ δὲ ὅτι εἰ τι παρὰ τὸ ὂν ὑπάρχει, τοῦτο οὐκ ἔστιν ὂν· τὸ δὲ μὴ ὂν ἐν τοῖς ὅλοις οὐκ ἔστιν. οὕτως οὖν τὸ ὂν ἀγέννητον ἀπολείπει· λέγει δὲ τὴν γῆν τοῦ πυρνοῦ καταρρέοντος ἀέρος γεγονέναι [e Theophrasto ut pleraque quae sequuntur]