Ancient Greek
2.67.4
Parmenides, Testimonia 2.67.4
Unproofread scanNot analysed yet
23. HIPPOL. Ref. I 11 [DOX. 564] καὶ γὰρ καὶ Π. ἐν μὲν τὸ πᾶν ὑποτί- 1 θεται αἰδίον τε καὶ ἀγέννητον καὶ σφαιροειδὲς οὐδὲ αὐτὸς ἐκφεύγων τὴν τῶν πολλῶν δόξαν πῦρ λέγων καὶ γῆν τὰς τοῦ παντὸς ἀρχάς, τὴν μὲν γῆν ὡς ὕλην τὸ δὲ πῦρ ὡς αἴτιον καὶ ποιούν. τὸν κόσμον ἐφη φθείρεσθαι, ὡς δὲ τρόπῳ, οὐκ εἶπεν. ὁ αὐτὸς δὲ εἶπεν αἰδίον εἶναι τὸ πᾶν καὶ οὐ γεγόμενον καὶ σφαιρο- 2 εῖδές καὶ ὁμοιον, οὐκ ἔχον δὲ τόπον ἐν ἑαυτῷ, καὶ ἀκίνητον καὶ πεπερασμένον.