Ancient Greek
2.68.4
Parmenides, Testimonia 2.68.4
Unproofread scanNot analysed yet
28 SIMPL. phys. 115, 11 τὸν Παρμενίδου λόγον, ὡς ὁ Ἀλέξανδρος ἱστορεῖ, ὁ μὲν Θεόφραστος [Phys. Op. 7; DOX. 453] οὕτως ἐκτίθεται ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἱστορίας ‘τὸ παρὰ τὸ ὃν οὐχ ὃν· τὸ οὐχ ὃν οὐδὲν· ἐν ἃρα τὸ ὃν’ Εὐδήμος δὲ οὕτως ‘τὸ παρὰ τὸ ὃν οὐχ ὃν, ἀλλὰ καὶ μοναχῶς λέγεται τὸ ὃν· ἐν ἃρα τὸ ὃν’. τοῦτο δὲ εἰ μὲν ἀλλαχοῦ που γέγραφεσιν οὕτως σαφῶς Εὐδήμος, οὐκ ἔχω λέγειν· ἐν δὲ τοῖς Φυσικοῖς [fr. 11] περὶ Παρμενίδου τάδε γράφει, ἐξ ὧν ἴσως συναγαγεῖν τὸ εἰρημένον δυνατόν· ‘Π. δὲ οὐ φαίνεται δεῖκνυσιν ὅτι ἐν τὸ ὃν, οὐδὲ εἰ τις αὐτῷ συγχωρήσει μοναχῶς λέγεσθαι τὸ ὃν, εἰ μὴ τὸ ἐν τῷ τί κατηγορούμενον ἕκαστον ὥσπερ τῶν ἀνθρώπων ὁ ἄνθρωπος. καὶ ἀποδιδόμενων τῶν λόγων καθ’ ἕκαστον ἐνπάρξει ὁ τοῦ ὄντος λόγος ἐν ἅπασιν εἰς καὶ ὁ αὐτὸς ὥσπερ καὶ ὁ τοῦ ζῴου ἐν τοῖς ζῴοις. ὥσπερ δὲ εἰ πάντα εἴη τὰ ὄντα καλὰ καὶ μηθὲν εἴη λαβεῖν ὃ οὐκ ἔστι καλόν, καλὰ μὲν ἔσται πάντα, οὐ μὴν ἐν γε τὸ καλὸν ἀλλὰ πολλά (τὸ μὲν γὰρ χρῶμα καλὸν ἔσται τὸ δὲ ἐπιτήδευμα τὸ δὲ ὀτιδήποτε), οὕτω δὴ καὶ ὄντα μὲν πάντα ἔσται, ἀλλ’ οὐχ ἕν οὐδὲ τὸ αὐτó· ἕτερον μὲν γὰρ τὸ ὕδωρ, ἄλλο δὲ τὸ πῦρ. Παρμενίδου μὲν οὖν (οὐχ ἄν) ἀγασθείη τις ἀναξιόπιστοις ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος, ἃ οὐπω τότε διεσάκειτο (οὔτε γὰρ τὸ πολλαχῶς ἔλεγεν οὐδεὶς ἀλλὰ Πλάτων πρῶτος τὸ δισοῦν εἰσήγαγεν, οὔτε τὸ καθ’ αὐτὸ καὶ κατὰ συμβεβηκός)· φαίνεται τε ὑπὸ τούτων διαψευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ ἐκ τῶν ἀντιλογιῶν ἐδηλώθη καὶ τὸ συλλογίζεσθαι· οὐ γὰρ συνεχωρεῖτο, εἰ μὴ φαίνοντο ἀναγκαῖον. οἱ δὲ πρότερον ἀναποδείκτως ἀπεφαίνοντο’.