Ancient Greek
3.123.4
Parmenides, Testimonia 3.123.4
Unproofread scanNot analysed yet
Ξενοφάνους δὲ διήκουσε Παρμενίδης Πύρρητος Ἐλεάτης (τοῦ- 21 τοῦ Θεόφραστος ἐν τῇ Ἐπιτομῇ [Physic. Op. fr. 6 a. DOX. 482, 14] Ἀναξιμάνδρου φησὶν ἀκούσαι). ὅμως δ’ οὐν ἀκούσας καὶ Ξενοφάνους οὐχ ἠκολούθησεν αὐτῷ. ἐκουνώνησε δὲ καὶ Ἀμεινία Λιο- 5 χαῖτα τῷ Πυθαγορικῷ, ὡς ἔφη Σωτίων, ἀνδρὶ πένητι μὲν, καλῷ δὲ κάγαθῷ. ὅι καὶ μᾶλλον ἠκολούθησε καὶ ἀποθανόντος ἡρώϊον ἵδρύσατο γένους τε ὑπάρχων λαμπροῦ καὶ πλουτοῦν, καὶ ὑπ’ Ἀμεινίου, ἀλλ’ οὐχ ὑπὸ Ξενοφάνους εἰς ἡσυχίαν προετράπη. πρῶτος δὲ οὗτος τὴν γῆν ἀπέφαινε σφαιροειδῆ καὶ ἐν μέσῳ κεῖσθαι.