Ancient Greek
3.124.1
Parmenides, Testimonia 3.124.1
Unproofread scanNot analysed yet
δύο τε εἶναι στοιχεῖα, πῦρ καὶ γῆν, καὶ τὸ μὲν δημιουργοῦ τάξιν ἔχειν, τὴν δὲ ὕλης. γένεσιν τε ἀνθρώπων ἐξ ἡλίου πρῶτον γενέσθαι· αὐτὸν δὲ ὑπάρχειν τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἐξ ὧν τὰ πάντα συνεστάναι. καὶ τὴν ψυχὴν καὶ τὸν νοῦν ταυτόν εἶναι, καθά μέμνηται καὶ Θεόφραστος ἐν τοῖς Φυσικοῖς [fr. 6a. Dox. 483, 2] πάντων σχεδὸν ἐκτιθέμενος τὰ δόγματα. διισῶν τε ἔφη τὴν φιλοσοφίαν, τὴν μὲν κατὰ ἀλήθειαν, τὴν δὲ κατὰ δόξαν. διὸ καὶ φησί που· ‘χρεώ —ἀληθῆς’ [fr. 1, 18—30]. καὶ αὐτὸς δὲ διὰ ποιημάτων φιλοσοφεῖ, καθάπερ Ἡσιόδος τε καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς. κριτήριον δὲ τὸν λόγον εἶπε· τὰς τε αἰσθήσεις μὴ ἀκριβεῖς ὑπάρχειν. φησι γοῦν· ‘μηδὲ —ἐλεγχον’ [fr. 1, 34—36] διὸ καὶ περὶ αὐτοῦ φησιν ὁ Τίμων· [fr. 4 W.] Παρμενίδον τε βίην μεγαλόφρονος οὐ πολυδόξον, ὅς φ’ ἀπὸ φαντασίας ἀπάτης ἀνεῖλκατο νόσεις. εἰς τοῦτον καὶ Πλάτων τὸν διάλογον γέγραφε ‘Παρμενίδην’ ἐπιγράψας ‘ἡ περὶ ἰδεῶν’. ἤκμαζε δὲ κατὰ τὴν ἐνάτην καὶ ἐξηκοστὴν ὀλυμπιάδα [504—501]. καὶ δοκεῖ πρῶτος περιφραχέναι τὸν αὐτὸν εἶναι Ἑσπερόν καὶ Φωσφόρον, ὡς φησι Φαβρίνος ἐν πέμπτῳ Ἀπομνημονευμάτων· οἱ δὲ Πυθαγόραν. Καλλίμαχος δὲ φησι μὴ εἶναι αὐτοῦ [Pythagoras] τὸ ποίημα. λέγεται δὲ καὶ νόμους θεῖναι τοῖς πολιταῖς, ὡς φησι Σπεύσιππος ἐν τῷ Περὶ φιλοσόφων. καὶ πρῶτος ἐρωτῆσαι τὸν Ἀχιλλέα λόγον, ὡς Φαβρῖνος ἐν Παντοδαπῇ ἱστορίαι. γέγονε δὲ καὶ ἕτερος Παρμενίδης, φήτωρ τεχνογράφος.