Ancient Greek · ~1 min
De Calcho
Parthenius, Ἐρωτικὰ Παθήματα 1-12
Not analysed yet
Λέγεται δὲ καὶ Κίρκης, πρὸς ἣν Ὀδυσσεὺς ἦλθε, Δαύνιόν τινα Κάλχον ἐρασθέντα τήν τε βασιλείαν ἐπιτρέπειν τὴν Δαυνίων αὐτῇ καὶ ἄλλα πολλὰ μειλίγματα παρέχεσθαι· τὴν δὲ ὑποκαομένην Ὀδυσσέως ʽτότε γὰρ ἐτύγχανε παρὼν’ ἀποστυγεῖν τε αὐτὸν καὶ κωλύειν ἐπιβαίνειν τῆς νήσου.