Ancient Greek · ~3 min
De Byblide
Parthenius, Ἐρωτικὰ Παθήματα 2-5
Not analysed yet
οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν ἐρασθεῖσαν τοῦ Καύνου λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακοῦ προελθοῦσαν· ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηίς, πόλιν τε κτίσαι τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν Καῦνον· τὴν δὲ ἄρα ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν ἐνθεῖναι τὸν τράχηλον. λέγεται δὲ καὶ παρ’ ἡμῖν οὕτως· ἡ δ’ ὅτε δὴ ὀλοοῖο κασιγνήτου νόον ἔγνω, κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτ’ ἐνὶ βήσσῃς Σιθονίῳ κούρῳ πέρι μυρίον αἰάζουσιν· καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην ἁψαμένη, δειρὴν ἐνεθήκατο, ταὶ δ’ ἐπ’ ἐκείνῃ βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο. φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα.