Ancient Greek · ~2 min
1 to 3
Parthenius, Ἐρωτικὰ Παθήματα 1-21-3
Not analysed yet
Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῇ ἠπείρῳ νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβῳ. Ἔνθα δὴ καθ’ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραΐζειν. Ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα καρτερῶς ἀντεῖχον, καὶ ἐν πολλῇ ἀμηχανίᾳ ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῷ τὴν πόλιν, εἴ γε μέλλοι αὐτὴν γυναῖκα ἕξειν. Ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῷ δρασθέντι, προὐτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην.