Ancient Greek · ~2 min
De Pisidice
Parthenius, Ἐρωτικὰ Παθήματα 4-2
Not analysed yet
Μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε· ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον ἥρω, ἐκ δ’ Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων, αὐτοκασίγνητον Ἑλικάονος, ἔνδοθι πάτρης τηλίκον ὑψίπυλον. θαλερὴ δέ μιν ἄασε Κύπρις. ἡ γὰρ ἐπ’ Αἰακίδῃ κούρης φρένας ἐπτοίησε Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ’ ἐς ὑγρὴν ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.