Ancient Greek · ~1 min
De Chilonide
Parthenius, Ἐρωτικὰ Παθήματα 1-23
Not analysed yet
Κλεώνυμος ὁ Λακεδαιμόνιος, βασιλείου γένους ὢν καὶ πολλὰ κατορθώσας Λακεδαιμονίοις, ἔγημε Χειλωνίδα προσήκουσαν αὐτῷ κατὰ γένος. Ταύτῃ σφοδρῶς ἐπιτεταμένου τοῦ Κλεωνύμου καὶ τὸν ἔρωτα οὐκ ἠρέμα φέροντος, τοῦ μὲν κατηλόγει, πᾶσα δὲ ἐνέκειτο Ἀκροτάτῳ, τῷ τοῦ βασιλέως υἱεῖ·