Ancient Greek · ~2 min
De Chilonide
Parthenius, Ἐρωτικὰ Παθήματα 2-10
Not analysed yet
καὶ γὰρ ὁ μειρακίσκος αὐτῆς ἀναφανδὸν ὑπεκάετο, ὥστε πάντας ἀνὰ στόμα ἔχειν τὴν ὁμιλίαν αὐτῶν. δι’ ἣν αἰτίαν δυσαναχετήσας ὁ Κλεώνυμος καὶ ἄλλως δὲ οὐκ ἀρεσκόμενος τοῖς Λακεδαιμονίοις ἔθεσιν, ἐπεραιώθη πρὸς Πύρρον εἰς Ἤπειρον καὶ αὐτὸν ἀναπείθει πειρᾶσθαι τῆς Πελοποννήσου, ὡς εἴ γε ἐντόνως ἅψαιντο τοῦ πολέμου, ῥᾳδίως ἐκπολιορκήσοντες τὰς ἐν αὐτῇ πόλεις· ἔφη δὲ καὶ αὐτῷ τι ἤδη προδιειργάσθαι, ὥστε καὶ στάσιν ἐγγενέσθαι τισὶ τῶν πόλεων.