Ancient Greek · ~2 min
De Hipparino
Parthenius, Ἐρωτικὰ Παθήματα 1-24
Not analysed yet
Ἱππαρῖνος δ’ ὁ Συρακοσίων τύραννος εἰς ἐπιθυμίαν ἀφίκετο πάνυ καλοῦ παιδός· Ἀχαιὸς αὐτῷ ὄνομα. Τοῦτον ἐξαλλάγμασι πολλοῖς ὑπαγόμενος πείθει τὴν οἰκίαν ἀπολιπόντα σὺν αὐτῷ μένειν· χρόνου δὲ προϊόντος, ὡς πολεμίων τις ἔφοδος προσηγγέλη πρός τι τῶν ὑπ’ ἐκείνου κατεχομένων χωρίων, καὶ ἔδει κατὰ τάχος βοηθεῖν, ἐξορμῶν ὁ Ἱππαρῖνος παρεκελεύσατο τῷ παιδί, εἴ τις ἐντὸς τῆς αὐλῆς βιάζοιτο, κατακαίνειν αὐτὸν τῇ σπάθῃ, ἣν ἐτύγχανεν αὐτῷ κεχαρισμένος.