Ancient Greek · ~1 min
De Hipparino
Parthenius, Ἐρωτικὰ Παθήματα 1-7
Not analysed yet
Ἐν δὲ τῇ Ἰταλῇ Ἡρακλείᾳ παιδὸς διαφόρου τὴν ὄψιν ʽἹππαρῖνος αὐτῷ ὄνομἀ τῶν πάνυ δοκίμων Ἀντιλέων ἠράσθη, ὃς πολλὰ μηχανώμενος οὐδαμῆ δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι. περὶ δὲ γυμνάσια διατρίβοντι τῷ παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι, καὶ ὅ τι ἂν κελεύῃ μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι.